Καλώς Ήλθατε.

Τιμαίος Κείμενο

ΠΛΑΤΩΝ, ΤΙΜΑΙΟΣ (ΠΛ Τιμ 24d–26c).

Οι αρχαίοι Αθηναίοι νικούν τους εισβολείς από την Ατλαντίδα.

τε καὶ φιλόσοφος ἡ θεὸς οὐ̂σα τὸν προσφερεστάτους αὐτῃ̂ μέλλοντα οἴσειν τόπον ἄνδρας, του̂τον ἐκλεξαμένη πρω̂τον κατῴκισεν. ᾠκει̂τε δὴ οὐ̂ν νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μα̂λλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβληκότες ἀρετῃ̂, καθάπερ εἰκὸς γεννήματα καὶ παιδεύματα θεω̂ν ὄντας. πολλὰ μὲν οὐ̂ν ὑμω̂ν καὶ μεγάλα ἔργα τη̂ς πόλεως τῃ̂δε γεγραμμένα θαυμάζεται, πάντων μὴν.

[24e] ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῃ̂: λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμω̂ν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πα̂σαν Εὐρώπην καὶ ̓Ασίαν, ἔξωθεν ὁρμηθει̂σαν ἐκ του̂ ̓Ατλαντικου̂ πελάγους. τότε γὰρ πορεύσιμον ἠ̂ν τὸ ἐκει̂ πέλαγος: νη̂σον γὰρ πρὸ του̂ στόματος εἰ̂χεν ὃ καλει̂τε, ὥς φατε, ὑμει̂ς ̔Ηρακλέους στήλας, ἡ δὲ νη̂σος ἅμα Λιβύης ἠ̂ν καὶ ̓Ασίας μείζων, ἐξ ἡ̂ς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοι̂ς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τω̂ν νήσων
[25a] ἐπὶ τὴν καταντικρὺ πα̂σαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκει̂νον πόντον. τάδε μὲν γάρ, ὅσα ἐντὸς του̂ στόματος οὑ̂ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν: ἐκει̂νο δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γη̂ παντελω̂ς ἀληθω̂ς ὀρθότατ' ἂν λέγοιτο ἤπειρος. ἐν δὲ δὴ τῃ̂ ̓Ατλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατου̂σα μὲν ἁπάσης τη̂ς νήσου, πολλω̂ν δὲ ἄλλων νήσων καὶ μερω̂ν τη̂ς ἠπείρου: πρὸς δὲ τούτοις ἔτι τω̂ν ἐντὸς τῃ̂δε
[25b] Λιβύης μὲν ἠ̂ρχον μέχρι πρὸς Αἴγυπτον, τη̂ς δὲ Εὐρώπης μέχρι Τυρρηνίας. αὕτη δὴ πα̂σα συναθροισθει̂σα εἰς ἓν ἡ δύναμις τόν τε παρ' ὑμι̂ν καὶ τὸν παρ' ἡμι̂ν καὶ τὸν ἐντὸς του̂ στόματος πάντα τόπον μιᾳ̂ ποτὲ ἐπεχείρησεν ὁρμῃ̂ δουλου̂σθαι. τότε οὐ̂ν ὑμω̂ν, ὠ̂ Σόλων, τη̂ς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῃ̂ τε καὶ ῥώμῃ ἐγένετο: πάντων γὰρ προστα̂σα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον,
[25c] τὰ μὲν τω̂ν ̔Ελλήνων ἡγουμένη, τὰ δ' αὐτὴ μονωθει̂σα ἐξ ἀνάγκης τω̂ν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τω̂ν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθη̂ναι, τοὺς δ' ἄλλους, ὅσοι κατοικου̂μεν ἐντὸς ὅρων ̔Ηρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν. ὑστέρῳ δὲ χρόνῳ σεισμω̂ν ἐξαισίων καὶ κατακλυσμω̂ν γενομένων, μια̂ς
[25d] ἡμέρας καὶ νυκτὸς χαλεπη̂ς ἐπελθούσης, τό τε παρ' ὑμι̂ν μάχιμον πα̂ν ἁθρόον ἔδυ κατὰ γη̂ς, ἥ τε ̓Ατλαντὶς νη̂σος ὡσαύτως κατὰ τη̂ς θαλάττης δυ̂σα ἠφανίσθη: διὸ καὶ νυ̂ν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκει̂ πέλαγος, πηλου̂ κάρτα βραχέος ἐμποδὼν ὄντος, ὃν ἡ νη̂σος ἱζομένη παρέσχετο." τὰ μὲν δὴ ῥηθέντα, ὠ̂ Σώκρατες, ὑπὸ του̂ παλαιου̂
[25e] Κριτίου κατ' ἀκοὴν τὴν Σόλωνος, ὡς συντόμως εἰπει̂ν, ἀκήκοας: λέγοντος δὲ δὴ χθὲς σου̂ περὶ πολιτείας τε καὶ τω̂ν ἀνδρω̂ν οὓς ἔλεγες, ἐθαύμαζον ἀναμιμνῃσκόμενος αὐτὰ ἃ νυ̂ν λέγω, κατανοω̂ν ὡς δαιμονίως ἔκ τινος τύχης οὐκ ἄπο σκοπου̂ συνηνέχθης τὰ πολλὰ οἱ̂ς Σόλων εἰ̂πεν. οὐ μὴν
[26a] ἐβουλήθην παραχρη̂μα εἰπει̂ν: διὰ χρόνου γὰρ οὐχ ἱκανω̂ς ἐμεμνήμην. ἐνενόησα οὐ̂ν ὅτι χρεὼν εἴη με πρὸς ἐμαυτὸν πρω̂τον ἱκανω̂ς πάντα ἀναλαβόντα λέγειν οὕτως. ὅθεν ταχὺ συνωμολόγησά σοι τὰ ἐπιταχθέντα χθές, ἡγούμενος, ὅπερ ἐν ἅπασι τοι̂ς τοιοι̂σδε μέγιστον ἔργον, λόγον τινὰ πρέποντα τοι̂ς βουλήμασιν ὑποθέσθαι, τούτου μετρίως ἡμα̂ς εὐπορήσειν. οὕτω δή, καθάπερ ὅδ' εἰ̂πεν, χθές τε εὐθὺς ἐνθένδε ἀπιὼν
[26b] πρὸς τούσδε ἀνέφερον αὐτὰ ἀναμιμνῃσκόμενος, ἀπελθών τε σχεδόν τι πάντα ἐπισκοπω̂ν τη̂ς νυκτὸς ἀνέλαβον. ὡς δή τοι, τὸ λεγόμενον, τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημει̂ον. ἐγὼ γὰρ ἃ μὲν χθὲς ἤκουσα, οὐκ ἂν οἰ̂δ' εἰ δυναίμην ἅπαντα ἐν μνήμῃ πάλιν λαβει̂ν: ταυ̂τα δὲ ἃ πάμπολυν χρόνον διακήκοα, παντάπασι θαυμάσαιμ' ἂν εἴ τί με αὐτω̂ν διαπέφευγεν. ἠ̂ν μὲν οὐ̂ν μετὰ πολλη̂ς ἡδονη̂ς καὶ
[26c] παιδια̂ς τότε ἀκουόμενα, καὶ του̂ πρεσβύτου προθύμως με διδάσκοντος, ἅτ' ἐμου̂ πολλάκις ἐπανερωτω̂ντος, ὥστε οἱ̂ον ἐγκαύματα ἀνεκπλύτου γραφη̂ς ἔμμονά μοι γέγονεν: καὶ δὴ καὶ τοι̂σδε εὐθὺς ἔλεγον ἕωθεν αὐτὰ ταυ̂τα, ἵνα εὐποροι̂εν λόγων μετ' ἐμου̂. νυ̂ν οὐ̂ν, οὑ̂περ ἕνεκα πάντα ταυ̂τα εἴρηται, λέγειν εἰμὶ ἕτοιμος, ὠ̂ Σώκρατες, μὴ μόνον ἐν κεφαλαίοις ἀλλ' ὥσπερ ἤκουσα καθ' ἕκαστον: τοὺς δὲ πολίτας καὶ τὴν πόλιν ἣν χθὲς ἡμι̂ν ὡς ἐν μύθῳ διῄεισθα σύ, νυ̂ν μετενεγκόντες

"Δείκτις Ὑηττὸς Ὅρος ἢ Δίκτη Γιούχτα Ὅρος"

Ἁφή, Παραμυθιοῦ γιὰ τὶς Νεράϊδες,  στὶς βορινὲς ὑπώρειες τοῦ ὅρους Δείκτεως Ὑηττοῦ ἢ Δίκτη Γιούχτα, Ἀνατολικῆς Ἰδαίας Νήσου Κρήτης. Ἡ Ἁφὴ "ἐμπλουτίζεται" μὲ σχετικοὺς ἀρχαίους Ἑλληνικοὺς Μύθους,  Κείμενα,  Χάρτες,  Φωτογραφίες, Ἔργα Τέχνης, Ἐπεκτάσεις, Δοξασίες, Φῆμες,  Συνωμοσίες νεραϊδοπαρμένων - ἀλαφροϊσκίωτων, συγκρίσεις καὶ ἄλλα. 

Ἡ Ἁφὴ Μυθολογίας "ζωντανεύει" μὲ Διαλόγους, μυθοπλασίες ἐπιστημονικῆς φαντασίας, Προσώπων Θεῶν & Ἡρώων Ἡρωικοῦ Γένους Ἀνθρώπων καὶ μεθηρωικοῦ Σιδηροῦ Γένους Ἀνθρώπων ἀναγέννησις (Μεσολιθικῆς, Νεολιθικῆς καὶ Χαλκολιθικής Ἐποχῆς).

Τῶν Διαλόγων διατηρῶ τὰ Πνευματικὰ Δικαιώματα @.

Ἱστοσελίδα webnode Ἐλεύθερης πρόσβασης γιὰ ὅλους τοὺς ἐνδιαφερόμενους.. 

Ἐν Δικταὶῳ Ὑηττοῦ ὄρους, τῇ 25ῃ Δεκεμβρίου 2024.

Εὐχαριστῶ καὶ Συγχαίρω Δημιουργοὺς καὶ Διαχειριστὲς τῆς webnode γιὰ τὴν ἀνάπτυξη καὶ διαχείρηση αὐτοῦ τοῦ θαυμαστοῦ καλλιτεχνικοῦ Διαδικτυακοῦ  λογισμικοῦ.

Σ. Θ. Μητρόπουλος (Metr),

Ἐν Δικταὶῳ Ὑηττοῦ πρόποδες ὄρους, Νήσου Ἰδαίας Τηθύος , τῇ 25ῃ Ἰουνίου 2025.

Υλοποιήθηκε από τη Webnode Cookies
Δημιουργήστε δωρεάν ιστοσελίδα! Αυτή η ιστοσελίδα δημιουργήθηκε με τη Webnode. Δημιουργήστε τη δική σας δωρεάν σήμερα! Ξεκινήστε